Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καλάς , ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
οἷο κασιγνήτοιο Λυκάονος : ἥρμοσε δ᾽ αὐτῷ.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
335
χάλκεον , αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε:
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν : δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
εἵλετο δ᾽ ἄλκιμον ἔγχος , οἱ παλάμηφιν ἀρήρει.
ὣς δ᾽ αὔτως Μενέλαος ἀρήϊος ἔντε᾽ ἔδυνεν.
340
οἳ δ᾽ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
δεινὸν δερκόμενοι : θάμβος δ᾽ ἔχεν εἰσορόωντας
Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
καί ῥ᾽ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
345
σείοντ᾽ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
πρόσθε δ᾽ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀτρεΐδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην,
οὐδ᾽ ἔρρηξεν χαλκός , ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ᾽ ἐνὶ κρατερῇ : δὲ δεύτερον ὄρνυτο χαλκῷ
350
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί:
Ζεῦ ἄνα δὸς τίσασθαι με πρότερος κάκ᾽ ἔοργε
δῖον Ἀλέξανδρον , καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
ξεινοδόκον κακὰ ῥέξαι , κεν φιλότητα παράσχῃ.
355
ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην:
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
360
ἔγχος : δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.