Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον : ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
Ἀτρεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
365
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος:
τ᾽ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος:
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος , ἐκ δέ μοι ἔγχος
ἠΐχθη παλάμηφιν ἐτώσιον , οὐδ᾽ ἔβαλόν μιν.
καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
370
ἕλκε δ᾽ ἐπιστρέψας μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς:
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
ὅς οἱ ὑπ᾽ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
375
οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο:
κεινὴ δὲ τρυφάλεια ἅμ᾽ ἕσπετο χειρὶ παχείῃ.
τὴν μὲν ἔπειθ᾽ ἥρως μετ᾽ ἐϋκνήμιδας Ἀχαιοὺς
ῥῖψ᾽ ἐπιδινήσας , κόμισαν δ᾽ ἐρίηρες ἑταῖροι:
αὐτὰρ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
380
ἔγχεϊ χαλκείῳ : τὸν δ᾽ ἐξήρπαξ᾽ Ἀφροδίτη
ῥεῖα μάλ᾽ ὥς τε θεός , ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,
κὰδ δ᾽ εἷσ᾽ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
αὐτὴ δ᾽ αὖ Ἑλένην καλέουσ᾽ ἴε : τὴν δὲ κίχανε
πύργῳ ἐφ᾽ ὑψηλῷ , περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν:
385
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ , οἱ Λακεδαίμονι ναιετοώσῃ
ἤσκειν εἴρια καλά , μάλιστα δέ μιν φιλέεσκε:
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη:
390
δεῦρ᾽ ἴθ᾽ : Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.