Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κεῖνος γ᾽ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
κάλλεΐ τε στίλβων καὶ εἵμασιν : οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ ἐλθεῖν , ἀλλὰ χορὸν δὲ
ἔρχεσθ᾽ , ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
395
ὣς φάτο , τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:
καί ῥ᾽ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
στήθεά θ᾽ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ᾽ ἄρ᾽ ἔπειτα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
δαιμονίη , τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
400
πῄ με προτέρω πολίων εὖ ναιομενάων
ἄξεις , Φρυγίης Μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι,
405
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
ἧσο παρ᾽ αὐτὸν ἰοῦσα , θεῶν δ᾽ ἀπόεικε κελεύθου,
μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί φύλασσε,
εἰς κέ σ᾽ ἄλοχον ποιήσεται γε δούλην.
410
κεῖσε δ᾽ ἐγὼν οὐκ εἶμι : νεμεσσητὸν δέ κεν εἴη:
κείνου πορσανέουσα λέχος : Τρῳαὶ δέ μ᾽ ὀπίσσω
πᾶσαι μωμήσονται : ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη:
μή μ᾽ ἔρεθε σχετλίη , μὴ χωσαμένη σε μεθείω,
415
τὼς δέ σ᾽ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ᾽ ἐφίλησα,
μέσσῳ δ᾽ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
Τρώων καὶ Δαναῶν , σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
420
σιγῇ , πάσας δὲ Τρῳὰς λάθεν : ἦρχε δὲ δαίμων.