Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἕστασαν : οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν : οἳ δὲ μένοντες
ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
340
τίπτε καταπτώσσοντες ἀφέστατε , μίμνετε δ᾽ ἄλλους;
σφῶϊν μέν τ᾽ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι:
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
345
ἔνθα φίλ᾽ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
οἴνου πινέμεναι μελιηδέος ὄφρ᾽ ἐθέλητον:
νῦν δὲ φίλως χ᾽ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
350
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ᾽ Ἀχαιοὶ
Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
ὄψεαι αἴ κ᾽ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355
Τρώων ἱπποδάμων : σὺ δὲ ταῦτ᾽ ἀνεμώλια βάζεις.
τὸν δ᾽ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
ὡς γνῶ χωομένοιο : πάλιν δ᾽ γε λάζετο μῦθον:
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω:
360
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν