Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἤπια δήνεα οἶδε : τὰ γὰρ φρονέεις τ᾽ ἐγώ περ.
ἀλλ᾽ ἴθι ταῦτα δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽ εἴ τι κακὸν νῦν
εἴρηται , τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ , βῆ δὲ μετ᾽ ἄλλους.
365
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
ἑσταότ᾽ ἔν θ᾽ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι:
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
370
μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
τί πτώσσεις , τί δ᾽ ὀπιπεύεις πολέμοιο γεφύρας;
οὐ μὲν Τυδέϊ γ᾽ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον : οὐ γὰρ ἔγωγε
375
ἤντησ᾽ οὐδὲ ἴδον : περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι.
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
ξεῖνος ἅμ᾽ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων:
οἳ δὲ τότ᾽ ἐστρατόωνθ᾽ ἱερὰ πρὸς τείχεα Θήβης,
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους:
380
οἳ δ᾽ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον:
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
οἳ δ᾽ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
Ἀσωπὸν δ᾽ ἵκοντο βαθύσχοινον λεχεποίην,
ἔνθ᾽ αὖτ᾽ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
385
αὐτὰρ βῆ , πολέας δὲ κιχήσατο Καδμεΐωνας
δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
ἔνθ᾽ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
τάρβει , μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
ἀλλ᾽ γ᾽ ἀεθλεύειν προκαλίζετο , πάντα δ᾽ ἐνίκα
390
ῥηϊδίως : τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.