Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν:
οὐ μὰν οὐδ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
μάρναται , ἀλλ᾽ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
ὣς φάτ᾽ ἀπὸ πτόλιος δεινὸς θεός : αὐτὰρ Ἀχαιοὺς
515
ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
ἐρχομένη καθ᾽ ὅμιλον , ὅθι μεθιέντας ἴδοιτο.
ἔνθ᾽ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε:
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
κνήμην δεξιτερήν : βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520
Πείρως Ἰμβρασίδης ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει.
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν : δ᾽ ὕπτιος ἐν κονίῃσι
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
θυμὸν ἀποπνείων : δ᾽ ἐπέδραμεν ὅς ῥ᾽ ἔβαλέν περ
525
Πείροος , οὖτα δὲ δουρὶ παρ᾽ ὀμφαλόν : ἐκ δ᾽ ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες , τὸν δὲ σκότος ὄσσε κάλυψε.
τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
στέρνον ὑπὲρ μαζοῖο , πάγη δ᾽ ἐν πνεύμονι χαλκός:
ἀγχίμολον δέ οἱ ἦλθε Θόας , ἐκ δ᾽ ὄβριμον ἔγχος
530
ἐσπάσατο στέρνοιο , ἐρύσσατο δὲ ξίφος ὀξύ,
τῷ γε γαστέρα τύψε μέσην , ἐκ δ᾽ αἴνυτο θυμόν.
τεύχεα δ᾽ οὐκ ἀπέδυσε : περίστησαν γὰρ ἑταῖροι
Θρήϊκες ἀκρόκομοι δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες,
οἵ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535
ὦσαν ἀπὸ σφείων : δὲ χασσάμενος πελεμίχθη.
ὣς τώ γ᾽ ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τετάσθην,
ἤτοι μὲν Θρῃκῶν , δ᾽ Ἐπειῶν χαλκοχιτώνων
ἡγεμόνες : πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540
ὅς τις ἔτ᾽ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ