Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἔφατ᾽ εὐχόμενος : τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,
γυῖα δ᾽ ἔθηκεν ἐλαφρά , πόδας καὶ χεῖρας ὕπερθεν:
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι:
125
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
ἄτρομον , οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς:
ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον πρὶν ἐπῆεν,
ὄφρ᾽ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ᾽ ἵκηται
130
μή τι σύ γ᾽ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις : ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ᾽ ἐς πόλεμον , τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.
μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,
Τυδεΐδης δ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
135
καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι:
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾽ εἰροπόκοις ὀΐεσσι
χραύσῃ μέν τ᾽ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ:
τοῦ μέν τε σθένος ὦρσεν , ἔπειτα δέ τ᾽ οὐ προσαμύνει,
140
ἀλλὰ κατὰ σταθμοὺς δύεται , τὰ δ᾽ ἐρῆμα φοβεῖται:
αἳ μέν τ᾽ ἀγχιστῖναι ἐπ᾽ ἀλλήλῃσι κέχυνται,
αὐτὰρ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς:
ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
ἔνθ᾽ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
τὸν δ᾽ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ᾽ ὦμον
πλῆξ᾽ , ἀπὸ δ᾽ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾽ ἀπὸ νώτου.
τοὺς μὲν ἔασ᾽ , δ᾽ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος:
150
τοῖς οὐκ ἐρχομένοις γέρων ἐκρίνατ᾽ ὀνείρους,