Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐλθόντ᾽ ἐξαπίνης ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος:
πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν:
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων , οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95
τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
θύνοντ᾽ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ᾽ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ᾽ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
θώρηκος γύαλον : διὰ δ᾽ ἔπτατο πικρὸς ὀϊστός,
100
ἀντικρὺ δὲ διέσχε , παλάσσετο δ᾽ αἵματι θώρηξ.
τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός:
ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων:
βέβληται γὰρ ἄριστος Ἀχαιῶν , οὐδέ φημι
δήθ᾽ ἀνσχήσεσθαι κρατερὸν βέλος , εἰ ἐτεόν με
105
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
ὣς ἔφατ᾽ εὐχόμενος : τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,
ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφιν
ἔστη , καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν:
ὄρσο πέπον Καπανηϊάδη , καταβήσεο δίφρου,
110
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
ὣς ἄρ᾽ ἔφη , Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου:
αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:
115
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐῳ ἐν πολέμῳ , νῦν αὖτ᾽ ἐμὲ φῖλαι Ἀθήνη:
δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
ὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται , οὐδέ μέ φησι
120
δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.