Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λίην ἄχθομαι ἕλκος με βροτὸς οὔτασεν ἀνὴρ
Τυδεΐδης , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
ὣς φάτο , τῇ δ᾽ ἄρ᾽ Ἄρης δῶκε χρυσάμπυκας ἵππους:
δ᾽ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365
πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ᾽ ἐλάαν , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον:
ἔνθ᾽ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
λύσασ᾽ ἐξ ὀχέων , παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ:
370
δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτη
μητρὸς ἑῆς : δ᾽ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὀνόμαζε:
τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων
μαψιδίως , ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
375
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη:
οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
οὕνεκ᾽ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
Αἰνείαν , ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
380
ἀλλ᾽ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διώνη , δῖα θεάων:
τέτλαθι τέκνον ἐμόν , καὶ ἀνάσχεο κηδομένη περ:
πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐξ ἀνδρῶν χαλέπ᾽ ἄλγε᾽ ἐπ᾽ ἀλλήλοισι τιθέντες.
385
τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ᾽ Ἐφιάλτης
παῖδες Ἀλωῆος , δῆσαν κρατερῷ ἐνὶ δεσμῷ:
χαλκέῳ δ᾽ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας:
καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
390
Ἑρμέᾳ ἐξήγγειλεν : δ᾽ ἐξέκλεψεν Ἄρηα