Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γιγνώσκων τ᾽ ἄναλκις ἔην θεός , οὐδὲ θεάων
τάων αἵ τ᾽ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
οὔτ᾽ ἄρ᾽ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκίχανε πολὺν καθ᾽ ὅμιλον ὀπάζων,
335
ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
ἀβληχρήν : εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου διὰ πέπλου , ὅν οἱ Χάριτες κάμον αὐταί,
πρυμνὸν ὕπερ θέναρος : ῥέε δ᾽ ἄμβροτον αἷμα θεοῖο
340
ἰχώρ , οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν:
οὐ γὰρ σῖτον ἔδουσ᾽ , οὐ πίνουσ᾽ αἴθοπα οἶνον,
τοὔνεκ᾽ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν:
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345
κυανέῃ νεφέλῃ , μή τις Δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο:
τῇ δ᾽ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης:
εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος:
οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
350
εἰ δὲ σύ γ᾽ ἐς πόλεμον πωλήσεαι , τέ σ᾽ ὀΐω
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ᾽ ἑτέρωθι πύθηαι.
ὣς ἔφαθ᾽ , δ᾽ ἀλύουσ᾽ ἀπεβήσετο , τείρετο δ᾽ αἰνῶς:
τὴν μὲν ἄρ᾽ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ᾽ ὁμίλου
ἀχθομένην ὀδύνῃσι , μελαίνετο δὲ χρόα καλόν.
355
εὗρεν ἔπειτα μάχης ἐπ᾽ ἀριστερὰ θοῦρον Ἄρηα
ἥμενον : ἠέρι δ᾽ ἔγχος ἐκέκλιτο καὶ ταχέ᾽ ἵππω:
δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους:
φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
360
ὄφρ᾽ ἐς Ὄλυμπον ἵκωμαι ἵν᾽ ἀθανάτων ἕδος ἐστί.