Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
6
Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
5
Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
Τρώων ῥῆξε φάλαγγα , φόως δ᾽ ἑτάροισιν ἔθηκεν,
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
υἱὸν Ἐϋσσώρου Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.
τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
10
ἐν δὲ μετώπῳ πῆξε , πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω
αἰχμὴ χαλκείη : τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην , ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
ἀφνειὸς βιότοιο , φίλος δ᾽ ἦν ἀνθρώποισι.
15
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον
πρόσθεν ὑπαντιάσας , ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα
αὐτὸν καὶ θεράποντα Καλήσιον , ὅς ῥα τόθ᾽ ἵππων
ἔσκεν ὑφηνίοχος : τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.
20
Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε:
βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη
νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
πρεσβύτατος γενεῇ , σκότιον δέ γείνατο μήτηρ:
25
ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
Ἀστύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης:
30
Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν