Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔγχεϊ χαλκείῳ , Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.
Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
Νεστορίδης , Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας
35
Πήδασον αἰπεινήν . Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρως
φεύγοντ᾽ : Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ζωὸν ἕλ᾽ : ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
40
ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
πρὸς πόλιν , περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα : πὰρ δέ οἱ ἔστη
Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
45
Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων:
ζώγρει Ἀτρέος υἱέ , σὺ δ᾽ ἄξια δέξαι ἄποινα:
πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
50
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς φάτο , τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε:
καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
δώσειν θεράποντι καταξέμεν : ἀλλ᾽ Ἀγαμέμνων
ἀντίος ἦλθε θέων , καὶ ὁμοκλήσας ἔπος ηὔδα:
55
πέπον Μενέλαε , τί δὲ σὺ κήδεαι οὕτως
ἀνδρῶν ; σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
πρὸς Τρώων ; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
χεῖράς θ᾽ ἡμετέρας , μηδ᾽ ὅν τινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέροι , μηδ᾽ ὃς φύγοι , ἀλλ᾽ ἅμα πάντες
60
Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.