Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βλάψε δέ οἱ φίλα γούναθ᾽ : δ᾽ ὕπτιος ἐξετανύσθη
ἀσπίδι ἐγχριμφθείς : τὸν δ᾽ αἶψ᾽ ὤρθωσεν Ἀπόλλων.
καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν οὐτάζοντο,
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
275
ἦλθον , μὲν Τρώων , δ᾽ Ἀχαιῶν χαλκοχιτώνων,
Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω:
μέσσῳ δ᾽ ἀμφοτέρων σκῆπτρα σχέθον , εἶπέ τε μῦθον
κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς:
μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον:
280
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
ἄμφω δ᾽ αἰχμητά : τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
νὺξ δ᾽ ἤδη τελέθει : ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας:
Ἰδαῖ᾽ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι:
285
αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
ἀρχέτω : αὐτὰρ ἐγὼ μάλα πείσομαι περ ἂν οὗτος.
τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
καὶ πινυτήν , περὶ δ᾽ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
290
νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
σήμερον : ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς κε δαίμων
ἄμμε διακρίνῃ , δώῃ δ᾽ ἑτέροισί γε νίκην.
νὺξ δ᾽ ἤδη τελέθει : ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
ὡς σύ τ᾽ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
295
σούς τε μάλιστα ἔτας καὶ ἑταίρους , οἵ τοι ἔασιν:
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
δῶρα δ᾽ ἄγ᾽ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
300
ὄφρά τις ὧδ᾽ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε: