Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἶδα δ᾽ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
ἀλλ᾽ οὐ γάρ σ᾽ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
λάθρῃ ὀπιπεύσας , ἀλλ᾽ ἀμφαδόν , αἴ κε τύχωμι.
ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
245
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
ἀκρότατον κατὰ χαλκόν , ὃς ὄγδοος ἦεν ἐπ᾽ αὐτῷ.
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
ἐν τῇ δ᾽ ἑβδομάτῃ ῥινῷ σχέτο : δεύτερος αὖτε
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
250
καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος : δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
255
τὼ δ᾽ ἐκσπασσαμένω δολίχ᾽ ἔγχεα χερσὶν ἅμ᾽ ἄμφω
σύν ῥ᾽ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
συσὶ κάπροισιν , τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ᾽ ἔρρηξεν χαλκός , ἀνεγνάμφθη δέ οἱ αἰχμή.
260
Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος : δὲ διαπρὸ
ἤλυθεν ἐγχείη , στυφέλιξε δέ μιν μεμαῶτα,
τμήδην δ᾽ αὐχέν᾽ ἐπῆλθε , μέλαν δ᾽ ἀνεκήκιεν αἷμα,
ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
ἀλλ᾽ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
265
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε:
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
μέσσον ἐπομφάλιον : περιήχησεν δ᾽ ἄρα χαλκός.
δεύτερος αὖτ᾽ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
ἧκ᾽ ἐπιδινήσας , ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον,
270
εἴσω δ᾽ ἀσπίδ᾽ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,