Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοῖος ἄρ᾽ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
μειδιόων βλοσυροῖσι προσώπασι : νέρθε δὲ ποσσὶν
ἤϊε μακρὰ βιβάς , κραδάων δολιχόσκιον ἔγχος.
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
215
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
Ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν:
ἀλλ᾽ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ᾽ ἀναδῦναι
ἂψ λαῶν ἐς ὅμιλον , ἐπεὶ προκαλέσσατο χάρμῃ.
Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
220
χάλκεον ἑπταβόειον , οἱ Τυχίος κάμε τεύχων
σκυτοτόμων ὄχ᾽ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
ταύρων ζατρεφέων , ἐπὶ δ᾽ ὄγδοον ἤλασε χαλκόν.
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
225
στῆ ῥα μάλ᾽ Ἕκτορος ἐγγύς , ἀπειλήσας δὲ προσηύδα:
Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
καὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
ἀλλ᾽ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
230
κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν:
ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέες : ἀλλ᾽ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
235
μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
ἠὲ γυναικός , οὐκ οἶδεν πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ᾽ ἀνδροκτασίας τε:
οἶδ᾽ ἐπὶ δεξιά , οἶδ᾽ ἐπ᾽ ἀριστερὰ νωμῆσαι βῶν
ἀζαλέην , τό μοι ἔστι ταλαύρινον πολεμίζειν:
240
οἶδα δ᾽ ἐπαΐξαι μόθον ἵππων ὠκειάων: