Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἄρ᾽ ἔφαν , πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
ἐκ δ᾽ ἔθορε κλῆρος κυνέης ὃν ἄρ᾽ ἤθελον αὐτοὶ
Αἴαντος : κῆρυξ δὲ φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ
δεῖξ᾽ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
185
οἳ δ᾽ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
ἀλλ᾽ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ
ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ᾽ , δ᾽ ἄρ᾽ ἔμβαλεν ἄγχι παραστάς,
γνῶ δὲ κλήρου σῆμα ἰδών , γήθησε δὲ θυμῷ.
190
τὸν μὲν πὰρ πόδ᾽ ἑὸν χαμάδις βάλε φώνησέν τε:
φίλοι ἤτοι κλῆρος ἐμός , χαίρω δὲ καὶ αὐτὸς
θυμῷ , ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
ἀλλ᾽ ἄγετ᾽ ὄφρ᾽ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
τόφρ᾽ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
195
σιγῇ ἐφ᾽ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
ἠὲ καὶ ἀμφαδίην , ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης:
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
οὐδέ τι ἰδρείῃ , ἐπεὶ οὐδ᾽ ἐμὲ νήϊδά γ᾽ οὕτως
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
200
ὣς ἔφαθ᾽ , οἳ δ᾽ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι:
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι:
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
205
ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
ὣς ἄρ᾽ ἔφαν , Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
σεύατ᾽ ἔπειθ᾽ οἷός τε πελώριος ἔρχεται Ἄρης,
ὅς τ᾽ εἶσιν πόλεμον δὲ μετ᾽ ἀνέρας οὕς τε Κρονίων
210
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.