Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἳ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν , οὐδέ τις ἔτλη:
ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ : γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων:
καὶ μαχόμην οἱ ἐγώ , δῶκεν δέ μοι εὖχος Ἀθήνη.
155
τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα:
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
εἴθ᾽ ὣς ἡβώοιμι , βίη δέ μοι ἔμπεδος εἴη:
τώ κε τάχ᾽ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
ὑμέων δ᾽ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
160
οὐδ᾽ οἳ προφρονέως μέμαθ᾽ Ἕκτορος ἀντίον ἐλθεῖν.
ὣς νείκεσσ᾽ γέρων , οἳ δ᾽ ἐννέα πάντες ἀνέσταν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
165
τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς:
πάντες ἄρ᾽ οἵ γ᾽ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
170
τοῖς δ᾽ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν:
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
καὶ δ᾽ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
175
ὣς ἔφαθ᾽ , οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
ἐν δ᾽ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
λαοὶ δ᾽ ἠρήσαντο , θεοῖσι δὲ χεῖρας ἀνέσχον:
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζεῦ πάτερ Αἴαντα λαχεῖν , Τυδέος υἱόν,
180
αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.