Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἴσιμα παρειπών , δ᾽ ἐπείθετο : τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο:
Νέστωρ δ᾽ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν:
πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
125
κε μέγ᾽ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ᾽ ἀγορητής,
ὅς ποτέ μ᾽ εἰρόμενος μέγ᾽ ἐγήθεεν ἐνὶ οἴκῳ
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς νῦν εἰ πτώσσοντας ὑφ᾽ Ἕκτορι πάντας ἀκούσαι,
130
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
ἡβῷμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Κελάδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
135
Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
τοῖσι δ᾽ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
τεύχε᾽ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
δίου Ἀρηϊθόου , τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
140
οὕνεκ᾽ ἄρ᾽ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
τὸν Λυκόοργος ἔπεφνε δόλῳ , οὔ τι κράτεΐ γε,
στεινωπῷ ἐν ὁδῷ ὅθ᾽ ἄρ᾽ οὐ κορύνη οἱ ὄλεθρον
χραῖσμε σιδηρείη : πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
145
δουρὶ μέσον περόνησεν , δ᾽ ὕπτιος οὔδει ἐρείσθη:
τεύχεα δ᾽ ἐξενάριξε , τά οἱ πόρε χάλκεος Ἄρης.
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος:
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
δῶκε δ᾽ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι:
150
τοῦ γε τεύχε᾽ ἔχων προκαλίζετο πάντας ἀρίστους.