Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὥς ποτέ τις ἐρέει : τὸ δ᾽ ἐμὸν κλέος οὔ ποτ᾽ ὀλεῖται.
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:
αἴδεσθεν μὲν ἀνήνασθαι , δεῖσαν δ᾽ ὑποδέχθαι:
ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
95
νείκει ὀνειδίζων , μέγα δὲ στεναχίζετο θυμῷ:
μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ᾽ Ἀχαιοί:
μὲν δὴ λώβη τάδε γ᾽ ἔσσεται αἰνόθεν αἰνῶς
εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
ἀλλ᾽ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
100
ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως:
τῷδε δ᾽ ἐγὼν αὐτὸς θωρήξομαι : αὐτὰρ ὕπερθε
νίκης πείρατ᾽ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
105
Ἕκτορος ἐν παλάμῃσιν , ἐπεὶ πολὺ φέρτερος ἦεν,
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
αὐτός τ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
ἀφραίνεις Μενέλαε διοτρεφές , οὐδέ τί σε χρὴ
110
ταύτης ἀφροσύνης : ἀνὰ δὲ σχέο κηδόμενός περ,
μηδ᾽ ἔθελ᾽ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
Ἕκτορι Πριαμίδῃ , τόν τε στυγέουσι καὶ ἄλλοι.
καὶ δ᾽ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
ἔρριγ᾽ ἀντιβολῆσαι , περ σέο πολλὸν ἀμείνων.
115
ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
εἴ περ ἀδειής τ᾽ ἐστὶ καὶ εἰ μόθου ἔστ᾽ ἀκόρητος,
φημί μιν ἀσπασίως γόνυ κάμψειν , αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
120
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως