Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἰλίου εὕρωσιν , ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
ὑμῖν ἀθανάτῃσι , διαπραθέειν τόδε ἄστυ.
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
ὧδ᾽ ἔστω ἑκάεργε : τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
35
ἦλθον ἀπ᾽ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
ἀλλ᾽ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
τὴν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
40
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
οἳ δέ κ᾽ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
τῶν δ᾽ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
45
βουλήν , ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι:
στῆ δὲ παρ᾽ Ἕκτορ᾽ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν:
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
ῥά νύ μοί τι πίθοιο , κασίγνητος δέ τοί εἰμι:
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
50
αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι:
οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν:
ὣς γὰρ ἐγὼ ὄπ᾽ ἄκουσα θεῶν αἰειγενετάων.
ὣς ἔφαθ᾽ , Ἕκτωρ δ᾽ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
55
καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
μέσσου δουρὸς ἑλών : οἳ δ᾽ ἱδρύνθησαν ἅπαντες.
κὰδ δ᾽ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς:
κὰδ δ᾽ ἄρ᾽ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
60
φηγῷ ἐφ᾽ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο