Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
7
ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
τῷ δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός : ἐν δ᾽ ἄρα θυμῷ
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
5
οὖρον , ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
πόντον ἐλαύνοντες , καμάτῳ δ᾽ ὑπὸ γυῖα λέλυνται,
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
ἔνθ᾽ ἑλέτην μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
Ἄρνῃ ναιετάοντα Μενέσθιον , ὃν κορυνήτης
10
γείνατ᾽ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις:
Ἕκτωρ δ᾽ Ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντι
αὐχέν᾽ ὑπὸ στεφάνης εὐχάλκου , λύντο δὲ γυῖα.
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
15
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
ὦμον : δ᾽ ἐξ ἵππων χαμάδις πέσε , λύντο δὲ γυῖα.
τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
βῆ ῥα κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
20
Ἴλιον εἰς ἱερήν : τῇ δ᾽ ἀντίος ὄρνυτ᾽ Ἀπόλλων
Περγάμου ἐκκατιδών , Τρώεσσι δὲ βούλετο νίκην:
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
τίπτε σὺ δ᾽ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
25
ἦλθες ἀπ᾽ Οὐλύμποιο , μέγας δέ σε θυμὸς ἀνῆκεν;
ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς ; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ᾽ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη:
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
30
σήμερον : ὕστερον αὖτε μαχήσοντ᾽ εἰς κε τέκμωρ