Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ῥίμφά γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων:
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ἐβεβήκει
καγχαλόων , ταχέες δὲ πόδες φέρον : αἶψα δ᾽ ἔπειτα
515
Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ᾽ ἄρ᾽ ἔμελλε
στρέψεσθ᾽ ἐκ χώρης ὅθι ὀάριζε γυναικί.
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής:
ἠθεῖ᾽ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
δηθύνων , οὐδ᾽ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
520
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ:
δαιμόνι᾽ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
ἔργον ἀτιμήσειε μάχης , ἐπεὶ ἄλκιμός ἐσσι:
ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις : τὸ δ᾽ ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ , ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω
525
πρὸς Τρώων , οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
ἀλλ᾽ ἴομεν : τὰ δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽ , αἴ κέ ποθι Ζεὺς
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.