Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς Αἴανθ᾽ : δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ᾽ Ὀφελέστην
275
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας:
280
στῆ δὲ παρ᾽ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε:
Τεῦκρε φίλη κεφαλή , Τελαμώνιε κοίρανε λαῶν
βάλλ᾽ οὕτως , αἴ κέν τι φόως Δαναοῖσι γένηαι
πατρί τε σῷ Τελαμῶνι , σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,
καί σε νόθον περ ἐόντα κομίσσατο ἐνὶ οἴκῳ:
285
τὸν καὶ τηλόθ᾽ ἐόντα ἐϋκλείης ἐπίβησον.
σοὶ δ᾽ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται:
αἴ κέν μοι δώῃ Ζεύς τ᾽ αἰγίοχος καὶ Ἀθήνη
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
πρώτῳ τοι μετ᾽ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290
τρίποδ᾽ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
ἠὲ γυναῖχ᾽ , κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων:
Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεις ; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295
παύομαι , ἀλλ᾽ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ᾽ αὐτοὺς
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
πάντες δ᾽ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν:
τοῦτον δ᾽ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
300
ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν