Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἕκτορος ἀντικρύ , βαλέειν δέ ἵετο θυμός:
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρθ᾽ , δ᾽ ἀμύμονα Γοργυθίωνα
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
τόν ῥ᾽ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305
καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
μήκων δ᾽ ὡς ἑτέρωσε κάρη βάλεν , τ᾽ ἐνὶ κήπῳ
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
ὣς ἑτέρωσ᾽ ἤμυσε κάρη πήληκι βαρυνθέν.
Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310
Ἕκτορος ἀντικρύ , βαλέειν δέ ἵετο θυμός.
ἀλλ᾽ γε καὶ τόθ᾽ ἅμαρτε : παρέσφηλεν γὰρ Ἀπόλλων:
ἀλλ᾽ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν:
ἤριπε δ᾽ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
315
ὠκύποδες : τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
Κεβριόνην δ᾽ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
ἵππων ἡνί᾽ ἑλεῖν : δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
320
αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
σμερδαλέα ἰάχων : δὲ χερμάδιον λάβε χειρί,
βῆ δ᾽ ἰθὺς Τεύκρου , βαλέειν δέ θυμὸς ἀνώγει.
ἤτοι μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
θῆκε δ᾽ ἐπὶ νευρῇ : τὸν δ᾽ αὖ κορυθαίολος Ἕκτωρ
325
αὐερύοντα παρ᾽ ὦμον , ὅθι κληῒς ἀποέργει
αὐχένα τε στῆθός τε , μάλιστα δὲ καίριόν ἐστι,
τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
ῥῆξε δέ οἱ νευρήν : νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
στῆ δὲ γνὺξ ἐριπών , τόξον δέ οἱ ἔκπεσε χειρός.
330
Αἴας δ᾽ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,