Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
9
ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον : αὐτὰρ Ἀχαιοὺς
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
πένθεϊ δ᾽ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
ὡς δ᾽ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
5
Βορέης καὶ Ζέφυρος , τώ τε Θρῄκηθεν ἄητον
ἐλθόντ᾽ ἐξαπίνης : ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται , πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν:
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Ἀτρεΐδης δ᾽ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
10
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
μὴ δὲ βοᾶν : αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
ἷζον δ᾽ εἰν ἀγορῇ τετιηότες : ἂν δ᾽ Ἀγαμέμνων
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
15
τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ:
ὣς βαρὺ στενάχων ἔπε᾽ Ἀργείοισι μετηύδα:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
σχέτλιος , ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
20
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο , καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
25
ἠδ᾽ ἔτι καὶ λύσει : τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
30
δὴν δ᾽ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν: