Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
θέμις ἐστὶν ἄναξ ἀγορῇ : σὺ δὲ μή τι χολωθῇς.
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
35
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα : ταῦτα δὲ πάντα
ἴσασ᾽ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω:
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
ἀλκὴν δ᾽ οὔ τοι δῶκεν , τε κράτος ἐστὶ μέγιστον.
40
δαιμόνι᾽ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
ἀπτολέμους τ᾽ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
ἔρχεο : πάρ τοι ὁδός , νῆες δέ τοι ἄγχι θαλάσσης
ἑστᾶσ᾽ , αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
45
ἀλλ᾽ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
εἰς κέ περ Τροίην διαπέρσομεν . εἰ δὲ καὶ αὐτοὶ
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
νῶϊ δ᾽ ἐγὼ Σθένελός τε μαχησόμεθ᾽ εἰς κε τέκμωρ
Ἰλίου εὕρωμεν : σὺν γὰρ θεῷ εἰλήλουθμεν.
50
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
τοῖσι δ᾽ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ:
Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
55
οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
οὐδὲ πάλιν ἐρέει : ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
μὲν καὶ νέος ἐσσί , ἐμὸς δέ κε καὶ πάϊς εἴης
ὁπλότατος γενεῆφιν : ἀτὰρ πεπνυμένα βάζεις
Ἀργείων βασιλῆας , ἐπεὶ κατὰ μοῖραν ἔειπες.
60
ἀλλ᾽ ἄγ᾽ ἐγών , ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,