Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
695
δὴν δ᾽ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν:
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
μυρία δῶρα διδούς : δ᾽ ἀγήνωρ ἐστὶ καὶ ἄλλως:
700
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
ἀλλ᾽ ἤτοι κεῖνον μὲν ἐάσομεν κεν ἴῃσιν
κε μένῃ : τότε δ᾽ αὖτε μαχήσεται ὁππότε κέν μιν
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
705
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
σίτου καὶ οἴνοιο : τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή:
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
ὀτρύνων , καὶ δ᾽ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
710
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.