Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὔμμ᾽ ἐπὶ μηρί᾽ ἔκηε , καλύψας πίονι δημῷ,
ἀρνῶν ἠδ᾽ ἐρίφων , τόδε μοι κρηήνατ᾽ ἐέλδωρ,
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ , ἀγάγοι δέ δαίμων:
τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
245
τὰς νῦν ὑβρίζων φορέεις , ἀλαλήμενος αἰεὶ
ἄστυ κάτ᾽ : αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.”
τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος , αἰπόλος αἰγῶν:
πόποι , οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
τόν ποτ᾽ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
250
ἄξω τῆλ᾽ Ἰθάκης , ἵνα μοι βίοτον πολὺν ἄλφοι.
αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
σήμερον ἐν μεγάροις , ὑπὸ μνηστῆρσι δαμείη,
ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.”
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
255
αὐτὰρ βῆ , μάλα δ᾽ ὦκα δόμους ἵκανεν ἄνακτος.
αὐτίκα δ᾽ εἴσω ἴεν , μετὰ δὲ μνηστῆρσι καθῖζεν,
ἀντίον Εὐρυμάχου : τὸν γὰρ φιλέεσκε μάλιστα.
τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα
260
ἔδμεναι . ἀγχίμολον δ᾽ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
στήτην ἐρχομένω , περὶ δέ σφεας ἤλυθ᾽ ἰωὴ
φόρμιγγος γλαφυρῆς : ἀνὰ γάρ σφισι βάλλετ᾽ ἀείδειν
Φήμιος : αὐτὰρ χειρὸς ἑλὼν προσέειπε συβώτην:
Εὔμαι᾽ , μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος,
265
ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν , ἐπήσκηται δέ οἱ αὐλὴ
τοίχῳ καὶ θριγκοῖσι , θύραι δ᾽ εὐερκέες εἰσὶ
δικλίδες : οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
270
ἄνδρες , ἐπεὶ κνίση μὲν ἀνήνοθεν , ἐν δέ τε φόρμιγξ