Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἠπύει , ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
ῥεῖ᾽ ἔγνως , ἐπεὶ οὐδὲ τά τ᾽ ἄλλα πέρ ἐσσ᾽ ἀνοήμων.
ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα.
275
ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
δύσεο δὲ μνηστῆρας , ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ:
εἰ δ᾽ ἐθέλεις , ἐπίμεινον , ἐγὼ δ᾽ εἶμι προπάροιθε:
μηδὲ σὺ δηθύνειν , μή τίς σ᾽ ἔκτοσθε νοήσας
βάλῃ ἐλάσῃ : τὰ δέ σε φράζεσθαι ἄνωγα.”
280
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
γιγνώσκω , φρονέω : τά γε δὴ νοέοντι κελεύεις.
ἀλλ᾽ ἔρχευ προπάροιθεν , ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ.
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων:
τολμήεις μοι θυμός , ἐπεὶ κακὰ πολλὰ πέπονθα
285
κύμασι καὶ πολέμῳ : μετὰ καὶ τόδε τοῖσι γενέσθω:
γαστέρα δ᾽ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
οὐλομένην , πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσι,
τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
πόντον ἐπ᾽ ἀτρύγετον , κακὰ δυσμενέεσσι φέρουσαι.”
290
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
Ἄργος , Ὀδυσσῆος ταλασίφρονος , ὅν ῥά ποτ᾽ αὐτὸς
θρέψε μέν , οὐδ᾽ ἀπόνητο , πάρος δ᾽ εἰς Ἴλιον ἱρὴν
ᾤχετο . τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
295
αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς:
δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
ἐν πολλῇ κόπρῳ , οἱ προπάροιθε θυράων
ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽ , ὄφρ᾽ ἂν ἄγοιεν
δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες:
300
ἔνθα κύων κεῖτ᾽ Ἄργος , ἐνίπλειος κυνοραιστέων.