Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
ἵστασαν : αὐτάρ ἐγώ γε Πύλονδ᾽ ἔχον , οὐδέ ποτ᾽ ἔσβη
οὖρος , ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
ὣς ἦλθον , φίλε τέκνον , ἀπευθής , οὐδέ τι οἶδα
185
κείνων , οἵ τ᾽ ἐσάωθεν Ἀχαιῶν οἵ τ᾽ ἀπόλοντο.
ὅσσα δ᾽ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
πεύθομαι , θέμις ἐστί , δαήσεαι , κοὐδέ σε δεύσω.
εὖ μὲν Μυρμιδόνας φάσ᾽ ἐλθέμεν ἐγχεσιμώρους,
οὓς ἄγ᾽ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
190
εὖ δὲ Φιλοκτήτην , Ποιάντιον ἀγλαὸν υἱόν.
πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους,
οἳ φύγον ἐκ πολέμου , πόντος δέ οἱ οὔ τιν᾽ ἀπηύρα.
Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε , νόσφιν ἐόντες,
ὥς τ᾽ ἦλθ᾽ , ὥς τ᾽ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
195
ἀλλ᾽ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν:
ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
ἀνδρός , ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
Αἴγισθον δολόμητιν , οἱ πατέρα κλυτὸν ἔκτα.
καὶ σὺ φίλος , μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
200
ἄλκιμος ἔσσ᾽ , ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Νέστορ Νηληϊάδη , μέγα κῦδος Ἀχαιῶν,
καὶ λίην κεῖνος μὲν ἐτίσατο , καί οἱ Ἀχαιοὶ
οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι:
205
αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
ἀλλ᾽ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
πατρί τ᾽ ἐμῷ καὶ ἐμοί : νῦν δὲ χρὴ τετλάμεν ἔμπης.”
210
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: