Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
211
“ὦ
φίλ᾽ , ἐπεὶ
δὴ
ταῦτά
μ᾽
ἀνέμνησας
καὶ
ἔειπες,
212
φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213
ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι:
214
εἰπέ μοι , ἠὲ ἑκὼν ὑποδάμνασαι , ἦ σέ γε λαοὶ
215
ἐχθαίρουσ᾽ ἀνὰ δῆμον , ἐπισπόμενοι θεοῦ ὀμφῇ.
216
τίς δ᾽ οἶδ᾽ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
217
ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
218
εἰ γάρ σ᾽ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
219
ὡς τότ᾽ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
220
δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί—
221
οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
222
ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
223
εἴ σ᾽ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
224
τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.”
225
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
226
“ὦ
γέρον , οὔ
πω
τοῦτο
ἔπος
τελέεσθαι
ὀίω:
227
λίην γὰρ μέγα εἶπες : ἄγη μ᾽ ἔχει . οὐκ ἂν ἐμοί γε
228
ἐλπομένω τὰ γένοιτ᾽ , οὐδ᾽ εἰ θεοὶ ὣς ἐθέλοιεν.”
229
τὸν δ᾽ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
230
“Τηλέμαχε , ποῖόν
σε
ἔπος
φύγεν
ἕρκος
ὀδόντων.
231
ῥεῖα θεός γ᾽ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
232
βουλοίμην δ᾽ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
233
οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
234
ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος , ὡς Ἀγαμέμνων
235
ὤλεθ᾽ ὑπ᾽ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
236
ἀλλ᾽ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
237
καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν , ὁππότε κεν δὴ
238
μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.”
239
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
240
“Μέντορ , μηκέτι
ταῦτα
λεγώμεθα
κηδόμενοί
περ: