Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
241
κείνῳ δ᾽ οὐκέτι νόστος ἐτήτυμος , ἀλλά οἱ ἤδη
242
φράσσαντ᾽ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
243
νῦν δ᾽ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
244
Νέστορ᾽ , ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων:
245
τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε᾽ ἀνδρῶν:
246
ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
247
ὦ Νέστορ Νηληϊάδη , σὺ δ᾽ ἀληθὲς ἐνίσπες:
248
πῶς ἔθαν᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
249
ποῦ Μενέλαος ἔην ; τίνα δ᾽ αὐτῷ μήσατ᾽ ὄλεθρον
250
Αἴγισθος δολόμητις , ἐπεὶ κτάνε πολλὸν ἀρείω;
251
ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ , ἀλλά πῃ ἄλλῃ
252
πλάζετ᾽ ἐπ᾽ ἀνθρώπους , ὁ δὲ θαρσήσας κατέπεφνε;”
253
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
254
“τοιγὰρ
ἐγώ
τοι , τέκνον , ἀληθέα
πάντ᾽
ἀγορεύσω.
255
ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι , ὥς κεν ἐτύχθη,
256
εἰ ζωόν γ᾽ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
257
Ἀτρεΐδης Τροίηθεν ἰών , ξανθὸς Μενέλαος:
258
τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
259
ἀλλ᾽ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
260
κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος , οὐδέ κέ τίς μιν
261
κλαῦσεν Ἀχαιιάδων : μάλα γὰρ μέγα μήσατο ἔργον.
262
ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
263
ἥμεθ᾽ : ὁ δ᾽ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
264
πόλλ᾽ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν.
265
ἡ δ᾽ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
266
δῖα Κλυταιμνήστρη : φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσι:
267
πὰρ δ᾽ ἄρ᾽ ἔην καὶ ἀοιδὸς ἀνήρ , ᾧ πόλλ᾽ ἐπέτελλεν
268
Ἀτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν.
269
ἀλλ᾽ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
270
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην