Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ᾽ ἀντιθέοις ἑτάροισιν
ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
δόρπον θ᾽ ὁπλισάμεσθ᾽ , ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ,
575
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
ἐν δ᾽ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον:
580
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἂψ δ᾽ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
στῆσα νέας , καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
χεῦ᾽ Ἀγαμέμνονι τύμβον , ἵν᾽ ἄσβεστον κλέος εἴη.
585
ταῦτα τελευτήσας νεόμην , ἔδοσαν δέ μοι οὖρον
ἀθάνατοι , τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται:
καὶ τότε σ᾽ εὖ πέμψω , δώσω δέ τοι ἀγλαὰ δῶρα,
590
τρεῖς ἵππους καὶ δίφρον ἐύξοον : αὐτὰρ ἔπειτα
δώσω καλὸν ἄλεισον , ἵνα σπένδῃσθα θεοῖσιν
ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Ἀτρεΐδη , μὴ δή με πολὺν χρόνον ἐνθάδ᾽ ἔρυκε.
595
καὶ γάρ κ᾽ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ᾽ ἀνεχοίμην
ἥμενος , οὐδέ κέ μ᾽ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων:
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
τέρπομαι . ἀλλ᾽ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
ἐν Πύλῳ ἠγαθέῃ : σὺ δέ με χρόνον ἐνθάδ᾽ ἐρύκεις.
600
δῶρον δ᾽ ὅττι κέ μοι δοίης , κειμήλιον ἔστω: