Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Φαιήκεσσ᾽ ὅδ᾽ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι:
πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ᾽ εἶναι,
νῦν δὲ θεοῖσιν ἔοικε , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
245
ἐνθάδε ναιετάων , καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
ἀλλὰ δότ᾽ , ἀμφίπολοι , ξείνῳ βρῶσίν τε πόσιν τε.”
ὣς ἔφαθ᾽ , αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
τοι πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
250
ἁρπαλέως : δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ᾽ ἐνόησεν:
εἵματ᾽ ἄρα πτύξασα τίθει καλῆς ἐπ᾽ ἀπήνης,
ζεῦξεν δ᾽ ἡμιόνους κρατερώνυχας , ἂν δ᾽ ἔβη αὐτή,
ὤτρυνεν δ᾽ Ὀδυσῆα , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
255
ὄρσεο δὴ νῦν , ξεῖνε , πόλινδ᾽ ἴμεν ὄφρα σε πέμψω
πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος , ἔνθα σέ φημι
πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρδειν , δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:
ὄφρ᾽ ἂν μέν κ᾽ ἀγροὺς ἴομεν καὶ ἔργ᾽ ἀνθρώπων,
260
τόφρα σὺν ἀμφιπόλοισι μεθ᾽ ἡμιόνους καὶ ἄμαξαν
καρπαλίμως ἔρχεσθαι : ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω.
αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν , ἣν πέρι πύργος
ὑψηλός , καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
λεπτὴ δ᾽ εἰσίθμη : νῆες δ᾽ ὁδὸν ἀμφιέλισσαι
265
εἰρύαται : πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
ἔνθα δέ τέ σφ᾽ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ᾽ ἀραρυῖα.
ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
πείσματα καὶ σπεῖρα , καὶ ἀποξύνουσιν ἐρετμά.
270
οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,