Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
271
ἀλλ᾽ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
272
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
273
τῶν ἀλεείνω φῆμιν ἀδευκέα , μή τις ὀπίσσω
274
μωμεύῃ : μάλα δ᾽ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον:
275
καί νύ τις ὧδ᾽ εἴπῃσι κακώτερος ἀντιβολήσας:
276
‘τίς
δ᾽
ὅδε
Ναυσικάᾳ
ἕπεται
καλός
τε
μέγας
τε
277
ξεῖνος ; ποῦ δέ μιν εὗρε ; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
278
ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
279
ἀνδρῶν τηλεδαπῶν , ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν:
280
ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
281
οὐρανόθεν καταβάς , ἕξει δέ μιν ἤματα πάντα.
282
βέλτερον , εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
283
ἄλλοθεν : ἦ γὰρ τούσδε γ᾽ ἀτιμάζει κατὰ δῆμον
284
Φαίηκας , τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.’
285
ὣς ἐρέουσιν , ἐμοὶ δέ κ᾽ ὀνείδεα ταῦτα γένοιτο.
286
καὶ δ᾽ ἄλλῃ νεμεσῶ , ἥ τις τοιαῦτά γε ῥέζοι,
287
ἥ τ᾽ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
288
ἀνδράσι μίσγηται , πρίν γ᾽ ἀμφάδιον γάμον ἐλθεῖν.
289
ξεῖνε , σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος , ὄφρα τάχιστα
290
πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
291
δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
292
αἰγείρων : ἐν δὲ κρήνη νάει , ἀμφὶ δὲ λειμών:
293
ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,
294
τόσσον ἀπὸ πτόλιος , ὅσσον τε γέγωνε βοήσας.
295
ἔνθα καθεζόμενος μεῖναι χρόνον , εἰς ὅ κεν ἡμεῖς
296
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
297
αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ᾽ ἀφῖχθαι,
298
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ᾽ ἐρέεσθαι
299
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
300
ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστί , καὶ ἂν πάϊς ἡγήσαιτο