Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
ἀλλ᾽ ἴομεν πλυνέουσαι ἅμ᾽ ἠοῖ φαινομένηφι:
32
καί τοι ἐγὼ συνέριθος ἅμ᾽ ἕψομαι , ὄφρα τάχιστα
33
ἐντύνεαι , ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι:
34
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
35
πάντων Φαιήκων , ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
36
ἀλλ᾽ ἄγ᾽ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
37
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι , ἥ κεν ἄγῃσι
38
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
39
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
40
ἔρχεσθαι : πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.”
41
ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
42
Οὔλυμπόνδ᾽ , ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
43
ἔμμεναι . οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρῳ
44
δεύεται οὔτε χιὼν ἐπιπίλναται , ἀλλὰ μάλ᾽ αἴθρη
45
πέπταται ἀνέφελος , λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη:
46
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
47
ἔνθ᾽ ἀπέβη γλαυκῶπις , ἐπεὶ διεπέφραδε κούρῃ.
48
αὐτίκα δ᾽ Ἠὼς ἦλθεν ἐύθρονος , ἥ μιν ἔγειρε
49
Ναυσικάαν ἐύπεπλον : ἄφαρ δ᾽ ἀπεθαύμασ᾽ ὄνειρον,
50
βῆ δ᾽ ἰέναι διὰ δώμαθ᾽ , ἵν᾽ ἀγγείλειε τοκεῦσιν,
51
πατρὶ φίλῳ καὶ μητρί : κιχήσατο δ᾽ ἔνδον ἐόντας:
52
ἡ μὲν ἐπ᾽ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
53
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα : τῷ δὲ θύραζε
54
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
55
ἐς βουλήν , ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
56
ἡ δὲ μάλ᾽ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε:
57
“πάππα
φίλ᾽ , οὐκ
ἂν
δή
μοι
ἐφοπλίσσειας
ἀπήνην
58
ὑψηλὴν ἐύκυκλον , ἵνα κλυτὰ εἵματ᾽ ἄγωμαι
59
ἐς ποταμὸν πλυνέουσα , τά μοι ῥερυπωμένα κεῖται;
60
καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα.