Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματ᾽ ἔχοντα.
πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
οἱ δύ᾽ ὀπυίοντες , τρεῖς δ᾽ ἠίθεοι θαλέθοντες:
οἱ δ᾽ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ᾽ ἔχοντες
65
ἐς χορὸν ἔρχεσθαι : τὰ δ᾽ ἐμῇ φρενὶ πάντα μέμηλεν.”
ὣς ἔφατ᾽ : αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
πατρὶ φίλῳ . δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ:
οὔτε τοι ἡμιόνων φθονέω , τέκος , οὔτε τευ ἄλλου.
ἔρχευ : ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
70
ὑψηλὴν ἐύκυκλον , ὑπερτερίῃ ἀραρυῖαν.”
ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο , τοὶ δ᾽ ἐπίθοντο.
οἱ μὲν ἄρ᾽ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
ὥπλεον , ἡμιόνους θ᾽ ὕπαγον ζεῦξάν θ᾽ ὑπ᾽ ἀπήνῃ:
κούρη δ᾽ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
75
καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ᾽ ἀπήνῃ,
μήτηρ δ᾽ ἐν κίστῃ ἐτίθει μενοεικέ᾽ ἐδωδὴν
παντοίην , ἐν δ᾽ ὄψα τίθει , ἐν δ᾽ οἶνον ἔχευεν
ἀσκῷ ἐν αἰγείῳ : κούρη δ᾽ ἐπεβήσετ᾽ ἀπήνης.
δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
80
ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
δ᾽ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
μάστιξεν δ᾽ ἐλάαν : καναχὴ δ᾽ ἦν ἡμιόνοιιν.
αἱ δ᾽ ἄμοτον τανύοντο , φέρον δ᾽ ἐσθῆτα καὶ αὐτήν,
οὐκ οἴην , ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
85
αἱ δ᾽ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ᾽ ἵκοντο,
ἔνθ᾽ τοι πλυνοὶ ἦσαν ἐπηετανοί , πολὺ δ᾽ ὕδωρ
καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
ἔνθ᾽ αἵ γ᾽ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
90
τρώγειν ἄγρωστιν μελιηδέα : ταὶ δ᾽ ἀπ᾽ ἀπήνης