Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
92
στεῖβον δ᾽ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
93
αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
94
ἑξείης πέτασαν παρὰ θῖν᾽ ἁλός , ἧχι μάλιστα
95
λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
96
αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ᾽ ἐλαίῳ
97
δεῖπνον ἔπειθ᾽ εἵλοντο παρ᾽ ὄχθῃσιν ποταμοῖο,
98
εἵματα δ᾽ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
99
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
100
σφαίρῃ ταὶ δ᾽ ἄρ᾽ ἔπαιζον , ἀπὸ κρήδεμνα βαλοῦσαι:
101
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
102
οἵη δ᾽ Ἄρτεμις εἶσι κατ᾽ οὔρεα ἰοχέαιρα,
103
ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
104
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι:
105
τῇ δέ θ᾽ ἅμα νύμφαι , κοῦραι Διὸς αἰγιόχοιο,
106
ἀγρονόμοι παίζουσι , γέγηθε δέ τε φρένα Λητώ:
107
πασάων δ᾽ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
108
ῥεῖά τ᾽ ἀριγνώτη πέλεται , καλαὶ δέ τε πᾶσαι:
109
ὣς ἥ γ᾽ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
110
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
111
ζεύξασ᾽ ἡμιόνους πτύξασά τε εἵματα καλά,
112
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη,
113
ὡς Ὀδυσεὺς ἔγροιτο , ἴδοι τ᾽ ἐυώπιδα κούρην,
114
ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
115
σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια:
116
ἀμφιπόλου μὲν ἅμαρτε , βαθείῃ δ᾽ ἔμβαλε δίνῃ:
117
αἱ δ᾽ ἐπὶ μακρὸν ἄυσαν : ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς,
118
ἑζόμενος δ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν:
119
“ὤ
μοι
ἐγώ , τέων
αὖτε
βροτῶν
ἐς
γαῖαν
ἱκάνω;
120
ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,