Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη , θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος:
ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5
εἴδεΐ τε μεγέθει τε : νόον γε μὲν οὔ τις ἔριζε
τάων , ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων
τοῖον ἄηθ᾽ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων:
μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί : λιπὼν δ᾽ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθ᾽ γε δώματ᾽ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου , οὐδέ οἱ ἦεν
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου , μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20
τὼς γάρ οἱ διέκειτο , θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἦσαν: