Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῶν γ᾽ ὀπίζετο μῆνιν , ἐπείγετο δ᾽ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον , οἱ Διόθεν θέμις ἦεν.
τῷ δ᾽ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
Βοιωτοὶ πλήξιπποι , ὑπὲρ σακέων πνείοντες,
25
Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
ἕσποντ᾽ : ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
κυδιόων λαοῖσι . πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν , ὥς ῥα θεοῖσιν
ἀνδράσι τ᾽ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30
ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,