Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
415
Κολχίδος τε γᾶς ἔνοικοι
παρθένοι , μάχας ἄτρεστοι,
καὶ Σκύθης ὅμιλος , οἳ γᾶς
ἔσχατον τόπον ἀμφὶ Μαι-
ῶτιν ἔχουσι λίμναν,
Χορός
420
†Ἀραβίας τ᾽ ἄρειον ἄνθος,
ὑψίκρημνον οἳ πόλισμα
Καυκάσου πέλας νέμονται,
δάιος στρατός , ὀξυπρῴ-
ροισι βρέμων ἐν αἰχμαῖς.
Χορός
425
[ †μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
δαμέντ᾽ ἀδαμαντοδέτοις
Τιτᾶνα λύμαις εἰσιδόμαν , θεόν,
Ἄτλαντος [ αἰὲν ]; ὑπέροχον σθένος κραταιόν,
<ὃσ> οὐράνιόν [ τε ] πόλον
430
νώτοις <στέγων> ὑποστενάζει . ]
Χορός
βοᾷ δὲ πόντιος κλύδων
ξυμπίτνων , στένει βυθός,
κελαινὸς δ᾽ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
παγαί θ᾽ ἁγνορύτων ποταμῶν
435
στένουσιν ἄλγος οἰκτρόν.
Προμηθεύς
μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
σιγᾶν με : συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440
τίς ἄλλος ᾽γὼ παντελῶς διώρισεν;
ἀλλ᾽ αὐτὰ σιγῶ : καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι : τἀν βροτοῖς δὲ πήματα
ἀκούσαθ᾽ , ὥς σφας νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.