Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
1395
τάφου μὲν ὀκνῶ τοῦδ᾽ ἐπιψαύειν ἐᾶν,
μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ:
τὰ δ᾽ ἄλλα καὶ ξύμπρασσε , κεἴ τινα στρατοῦ
θέλεις κομίζειν , οὐδὲν ἄλγος ἕξομεν.
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ : σὺ δὲ
1400
ἀνὴρ καθ᾽ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Ὀδυσσεύς
ἀλλ᾽ ἤθελον μέν : εἰ δὲ μή ᾽στί σοι φίλον
πράσσειν τάδ᾽ ἡμᾶς , εἶμ᾽ ἐπαινέσας τὸ σόν.