Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
1364
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
Ὀδυσσεύς
1365
ἔγωγε :
καὶ γὰρ αὐτὸς ἐνθάδ᾽ ἵξομαι.
Ἀγαμέμνων
1366
ἦ πάνθ᾽ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
Ὀδυσσεύς
1367
τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ᾽μαυτῷ πονεῖν;
Ἀγαμέμνων
1368
σὸν ἆρα τοὔργον ,
οὐκ ἐμὸν κεκλήσεται.
Ὀδυσσεύς
1369
ὡς ἂν ποήσῃς ,
πανταχῇ χρηστός γ᾽ ἔσει.
Ἀγαμέμνων
1370
ἀλλ᾽ εὖ γε μέντοι τοῦτ᾽ ἐπίστασ᾽ ὡς ἐγὼ
1371
σοὶ μὲν νέμοιμ᾽ ἂν τῆσδε καὶ μείζω χάριν,
1372
οὗτος δὲ κἀκεῖ κἀνθάδ᾽ ὢν ἔμοιγ᾽ ὁμῶς
1373
ἔχθιστος ἔσται :
σοὶ δὲ δρᾶν ἔξεσθ᾽ ἃ χρῇς.
Χορός
1374
ὅστις σ᾽ ,
Ὀδυσσεῦ ,
μὴ λέγει γνώμῃ σοφὸν
1375
φῦναι ,
τοιοῦτον ὄντα ,
μῶρός ἐστ᾽ ἀνήρ.
Ὀδυσσεύς
1376
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ᾽ ἀγγέλλομαι,
1377
ὅσον τότ᾽ ἐχθρὸς ἦ ,
τοσόνδ᾽ εἶναι φίλος.
1378
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
1379
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
1380
χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
Τεῦκρος
1381
ἄριστ᾽ Ὀδυσσεῦ ,
πάντ᾽ ἔχω σ᾽ ἐπαινέσαι
1382
λόγοισι ,
καί μ᾽ ἔψευσας ἐλπίδος πολύ.
1383
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
1384
μόνος παρέστης χερσίν ,
οὐδ᾽ ἔτλης παρὼν
1385
θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
1386
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
1387
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
1388
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
1390
τοιγάρ σφ᾽ Ὀλύμπου τοῦδ᾽ ὁ πρεσβεύων πατὴρ
1391
μνήμων τ᾽ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
1392
κακοὺς κακῶς φθείρειαν ,
ὥσπερ ἤθελον
1393
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
1394
σὲ δ᾽ ,
ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,