Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
1334
μηδ᾽ ἡ βία σε μηδαμῶς νικησάτω
1335
τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
1336
κἀμοὶ γὰρ ἦν ποθ᾽ οὗτος ἔχθιστος στρατοῦ,
1337
ἐξ οὗ ᾽κράτησα τῶν Ἀχιλλείων ὅπλων,
1338
ἀλλ᾽ αὐτὸν ἔμπας ὄντ᾽ ἐγὼ τοιόνδ᾽ ἐμοὶ
1339
οὐκ ἀντατιμάσαιμ᾽ ἄν ,
ὥστε μὴ λέγειν
1340
ἕν᾽ ἄνδρ᾽ ἰδεῖν ἄριστον Ἀργείων ,
ὅσοι
1341
Τροίαν ἀφικόμεσθα ,
πλὴν Ἀχιλλέως.
1342
ὥστ᾽ οὐκ ἂν ἐνδίκως γ᾽ ἀτιμάζοιτό σοι:
1343
οὐ γάρ τι τοῦτον ,
ἀλλὰ τοὺς θεῶν νόμους
1344
φθείροις ἄν .
ἄνδρα δ᾽ οὐ δίκαιον ,
εἰ θάνοι,
1345
βλάπτειν τὸν ἐσθλόν ,
οὐδ᾽ ἐὰν μισῶν κυρῇς.
Ἀγαμέμνων
1346
σὺ ταῦτ᾽ ,
Ὀδυσσεῦ ,
τοῦδ᾽ ὑπερμαχεῖς ἐμοί;
Ὀδυσσεύς
1347
ἔγωγ᾽ :
ἐμίσουν δ᾽ ,
ἡνίκ᾽ ἦν μισεῖν καλόν.
Ἀγαμέμνων
1348
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Ὀδυσσεύς
1349
μὴ χαῖρ᾽ ,
Ἀτρείδη ,
κέρδεσιν τοῖς μὴ καλοῖς.
Ἀγαμέμνων
1350
τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
Ὀδυσσεύς
1351
ἀλλ᾽ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Ἀγαμέμνων
1352
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Ὀδυσσεύς
1353
παῦσαι :
κρατεῖς τοι τῶν φίλων νικώμενος.
Ἀγαμέμνων
1354
μέμνησ᾽ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὀδυσσεύς
1355
ὅδ᾽ ἐχθρὸς ἁνήρ ,
ἀλλὰ γενναῖός ποτ᾽ ἦν.
Ἀγαμέμνων
1356
τί ποτε ποήσεις ;
ἐχθρὸν ὧδ᾽ αἰδεῖ νέκυν;
Ὀδυσσεύς
1357
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Ἀγαμέμνων
1358
τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Ὀδυσσεύς
1359
ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Ἀγαμέμνων
1360
τοιούσδ᾽ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
Ὀδυσσεύς
1361
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἀγαμέμνων
1362
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
Ὀδυσσεύς
1363
ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.