Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἆρ᾽ ὧδ᾽ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
1305
βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
οὓς νῦν σὺ τοιοῖσδ᾽ ἐν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους , οὐδ᾽ ἐπαισχύνει λέγων;
εὖ νυν τόδ᾽ ἴσθι , τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
1310
ἐπεὶ καλόν μοι τοῦδ᾽ ὑπερπονουμένῳ
θανεῖν προδήλως μᾶλλον τῆς σῆς ὑπὲρ
γυναικός , τοῦ σοῦ γ᾽ ὁμαίμονος λέγω;
πρὸς ταῦθ᾽ ὅρα μὴ τοὐμόν , ἀλλὰ καὶ τὸ σόν:
ὡς εἴ με πημανεῖς τι , βουλήσει ποτὲ
1315
καὶ δειλὸς εἶναι μᾶλλον ᾽ν ἐμοὶ θρασύς.
Χορός
ἄναξ , Ὀδυσσεῦ , καιρὸν ἴσθ᾽ ἐληλυθώς,
εἰ μὴ ξυνάψων , ἀλλὰ συλλύσων πάρει.
Ὀδυσσεύς
τί δ᾽ ἔστιν , ἄνδρες ; τηλόθεν γὰρ ᾐσθόμην
βοὴν Ἀτρειδῶν τῷδ᾽ ἐπ᾽ ἀλκίμῳ νεκρῷ.
Ἀγαμέμνων
1320
οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
ἄναξ Ὀδυσσεῦ , τοῦδ᾽ ὑπ᾽ ἀνδρὸς ἀρτίως;
Ὀδυσσεύς
ποίους ; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
Ἀγαμέμνων
ἤκουσεν αἰσχρά : δρῶν γὰρ ἦν τοιαῦτά με.
Ὀδυσσεύς
1325
τί γάρ σ᾽ ἔδρασεν , ὥστε καὶ βλάβην ἔχειν;
Ἀγαμέμνων
οὔ φησ᾽ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
ἄμοιρον , ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
Ὀδυσσεύς
ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
σοὶ μηδὲν ἧσσον πάρος ξυνηρετεῖν;
Ἀγαμέμνων
1330
εἴπ᾽ : γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν , ἐπεὶ
φίλον σ᾽ ἐγὼ μέγιστον Ἀργείων νέμω.
Ὀδυσσεύς
ἄκουέ νυν . τὸν ἄνδρα τόνδε πρὸς θεῶν
μὴ τλῇς ἄθαπτον ὧδ᾽ ἀναλγήτως βαλεῖν: