Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἑρκέων ποθ᾽ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
1275
ἤδη τὸ μηδὲν ὄντας , ἐν τροπῇ δορὸς
ἐρρύσατ᾽ ἐλθὼν μοῦνος , ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος , εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
1280
τίς ταῦτ᾽ ἀπεῖρξεν ; οὐχ ὅδ᾽ ἦν δρῶν τάδε,
ὃν οὐδαμοῦ φής , οὗ σὺ μή , βῆναι ποδί;
ἆρ᾽ ὑμὶν οὗτος ταῦτ᾽ ἔδρασεν ἔνδικα;
χὤτ᾽ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
λαχών τε κἀκέλευστος ἦλθ᾽ ἐναντίος,
1285
οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
ὑγρᾶς ἀρούρας βῶλον , ἀλλ᾽ ὃς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
ὅδ᾽ ἦν πράσσων ταῦτα , σὺν δ᾽ ἐγὼ παρών,
δοῦλος , οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
1290
δύστηνε , ποῖ βλέπων ποτ᾽ αὐτὰ καὶ θροεῖς;
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ᾽ , ὃς αὖ σ᾽ ἔσπειρε δυσσεβέστατον,
προθέντ᾽ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
1295
αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης , ἐφ᾽
λαβὼν ἐπακτὸν ἄνδρ᾽ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
τοιοῦτος ὢν τοιῷδ᾽ ὀνειδίζεις σποράν;
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
1300
ὅστις στρατοῦ τὰ πρῶτ᾽ ἀριστεύσας ἐμὴν
ἴσχει ξύνευνον μητέρ᾽ , φύσει μὲν ἦν
βασίλεια , Λαομέδοντος : ἔκκριτον δέ νιν
δώρημα κείνῳ ᾽δωκεν Ἀλκμήνης γόνος.