Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
1244
ἀλλ᾽ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
1245
ἢ σὺν δόλῳ κεντήσεθ᾽ οἱ λελειμμένοι.
1246
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
1247
κατάστασις γένοιτ᾽ ἂν οὐδενὸς νόμου,
1248
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
1249
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
1250
ἀλλ᾽ εἰρκτέον τάδ᾽ ἐστίν :
οὐ γὰρ οἱ πλατεῖς
1251
οὐδ᾽ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
1252
ἀλλ᾽ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
1253
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
1254
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
1255
καὶ σοὶ προσέρπον τοῦτ᾽ ἐγὼ τὸ φάρμακον
1256
ὁρῶ τάχ᾽ ,
εἰ μὴ νοῦν κατακτήσει τινά:
1257
ὃς ἀνδρὸς οὐκέτ᾽ ὄντος ,
ἀλλ᾽ ἤδη σκιᾶς,
1258
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
1259
οὐ σωφρονήσεις ;
οὐ μαθὼν ὃς εἶ φύσιν
1260
ἄλλον τιν᾽ ἄξεις ἄνδρα δεῦρ᾽ ἐλεύθερον,
1261
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
1262
σοῦ γὰρ λέγοντος οὐκέτ᾽ ἂν μάθοιμ᾽ ἐγώ:
1263
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Χορός
1264
εἴθ᾽ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν:
1265
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
Τεῦκρος
1266
φεῦ :
τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
1267
χάρις διαρρεῖ καὶ προδοῦσ᾽ ἁλίσκεται,
1268
εἰ σοῦ γ᾽ ὅδ᾽ ἁνὴρ οὐδ᾽ ἐπὶ σμικρῶν λόγων,
1269
Αἴας ,
ἔτ᾽ ἴσχει μνῆστιν ,
οὗ σὺ πολλάκις
1270
τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
1271
ἀλλ᾽ οἴχεται δὴ πάντα ταῦτ᾽ ἐρριμμένα.
1272
ὦ πολλὰ λέξας ἄρτι κἀνόητ᾽ ἔπη,
1273
οὐ μνημονεύεις οὐκέτ᾽ οὐδέν ,
ἡνίκα