Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ὤνθρωπε , μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς:
1155
εἰ γὰρ ποήσεις , ἴσθι πημανούμενος.
τοιαῦτ᾽ ἄνολβον ἄνδρ᾽ ἐνουθέτει παρών.
ὁρῶ δέ τοί νιν , κἄστιν , ὡς ἐμοὶ δοκεῖ,
οὐδείς ποτ᾽ ἄλλος σύ . μῶν ᾐνιξάμην;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Μενέλαος
ἄπειμι : καὶ γὰρ αἰσχρόν , εἰ πύθοιτό τις
1160
λόγοις κολάζειν βιάζεσθαι πάρα.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Τεῦκρος
ἄφερπέ νυν : κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου φλαῦρ᾽ ἔπη μυθουμένου.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
ἔσται μεγάλης ἔριδός τις ἀγών.
ἀλλ᾽ ὡς δύνασαι , Τεῦκρε , ταχύνας
1165
σπεῦσον κοίλην κάπετόν τιν᾽ ἰδεῖν
τῷδ᾽ , ἔνθα βροτοῖς τὸν ἀείμνηστον
τάφον εὐρώεντα καθέξει.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Τεῦκρος
καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
1170
τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
παῖ , πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας
ἱκέτης ἔφαψαι πατρός , ὅς σ᾽ ἐγείνατο.
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
1175
ἱκτήριον θησαυρόν . εἰ δέ τις στρατοῦ
βίᾳ σ᾽ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
αὔτως ὅπωσπερ τόνδ᾽ ἐγὼ τέμνω πλόκον.
1180
ἔχ᾽ αὐτόν , παῖ , καὶ φύλασσε , μηδέ σε
κινησάτω τις , ἀλλὰ προσπεσὼν ἔχου.
ὑμεῖς τε μὴ γυναῖκες ἀντ᾽ ἀνδρῶν πέλας
παρέστατ᾽ , ἀλλ᾽ ἀρήγετ᾽ , ἔστ᾽ ἐγὼ μολὼν
τάφου μεληθῶ τῷδε , κἂν μηδεὶς ἐᾷ.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
1185
τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,
τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
μόχθων ἄταν ἐπάγων
1190
ἄν τὰν εὐρώδεα Τρωΐαν,
δύστανον ὄνειδος Ἑλλάνων;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν τὸν πολύκοινον Ἅιδαν
1195
κεῖνος ἁνήρ , ὃς στυγερῶν ἔδειξεν ὅπλων
Ἕλλασιν κοινὸν Ἄρη.
ἰὼ πόνοι πρόγονοι πόνων:
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
ἐκεῖνος οὔτε στεφάνων
1200
οὔτε βαθεῖαν κυλίκων
νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
δύσμορος , οὔτ᾽ ἐννυχίαν
τέρψιν ἰαύειν.
1205
ἐρώτων δ᾽ ἐρώτων ἀπέπαυσεν , ὤμοι.
κεῖμαι δ᾽ , ἀμέριμνος οὕτως,
ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
1210
λυγρᾶς μνήματα Τροίας.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
καὶ πρὶν μὲν αἰὲν νυχίου
δείματος ἦν μοι προβολὰ
καὶ βελέων θούριος Αἴας:
νῦν δ᾽ οὗτος ἀνεῖται στυγερῷ
1215
δαίμονι : τίς μοι , τίς ἔτ᾽ οὖν
τέρψις ἐπέσται;
γενοίμαν ἵν᾽ ὑλᾶεν ἔπεστι πόντου
πρόβλημ᾽ ἁλίκλυστον , ἄκραν
1220
ὑπὸ πλάκα Σουνίου,
τὰς ἱερὰς ὅπως
προσείποιμεν Ἀθάνας.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Τεῦκρος
καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνον᾽ ἡμῖν δεῦρο τόνδ᾽ ὁρμώμενον:
1225
δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἀγαμέμνων
σὲ δὴ τὰ δεινὰ ῥήματ᾽ ἀγγέλλουσί μοι
τλῆναι καθ᾽ ἡμῶν ὧδ᾽ ἀνοιμωκτὶ χανεῖν;
σέ τοι , τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
1230
ὑψήλ᾽ ἐκόμπεις κἀπ᾽ ἄκρων ὡδοιπόρεις,
ὅτ᾽ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω
ἀλλ᾽ αὐτὸς ἄρχων , ὡς σὺ φής , Αἴας ἔπλει.
1235
ταῦτ᾽ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
ποίου κέκραγας ἀνδρὸς ὧδ᾽ ὑπέρφρονα;
ποῖ βάντος ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
οὐκ ἆρ᾽ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
1240
ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
εἰ πανταχοῦ φανούμεθ᾽ ἐκ Τεύκρου κακοί,
κοὐκ ἀρκέσει ποθ᾽ ὑμὶν οὐδ᾽ ἡσσημένοις
εἴκειν τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,