Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Τεῦκρος
1125
ξὺν τῷ δικαίῳ γὰρ μέγ᾽ ἔξεστιν φρονεῖν.
Μενέλαος
δίκαια γὰρ τόνδ᾽ εὐτυχεῖν κτείναντά με;
Τεῦκρος
κτείναντα ; δεινόν γ᾽ εἶπας , εἰ καὶ ζῇς θανών.
Μενέλαος
θεὸς γὰρ ἐκσῴζει με , τῷδε δ᾽ οἴχομαι.
Τεῦκρος
μή νυν ἀτίμα θεούς , θεοῖς σεσωσμένος.
Μενέλαος
1130
ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
Τεῦκρος
εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
Μενέλαος
τούς γ᾽ αὐτὸς αὑτοῦ πολεμίους . οὐ γὰρ καλόν.
Τεῦκρος
σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
Μενέλαος
μισοῦντ᾽ ἐμίσει : καὶ σὺ τοῦτ᾽ ἠπίστασο.
Τεῦκρος
1135
κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
Μενέλαος
ἐν τοῖς δικασταῖς , κοὐκ ἐμοί , τόδ᾽ ἐσφάλη.
Τεῦκρος
πόλλ᾽ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
Μενέλαος
τοῦτ᾽ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
Τεῦκρος
οὐ μᾶλλον , ὡς ἔοικεν , λυπήσομεν.
Μενέλαος
1140
ἕν σοι φράσω : τόνδ᾽ ἐστὶν οὐχὶ θαπτέον.
Τεῦκρος
ἀλλ᾽ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενέλαος
ἤδη ποτ᾽ εἶδον ἄνδρ᾽ ἐγὼ γλώσσῃ θρασὺν
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
φθέγμ᾽ ἂν οὐκ ἂν ηὗρες , ἡνίκ᾽ ἐν κακῷ
1145
χειμῶνος εἴχετ᾽ , ἀλλ᾽ ὑφ᾽ εἵματος κρυφεὶς
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
σμικροῦ νέφους τάχ᾽ ἄν τις ἐκπνεύσας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
Τεῦκρος
1150
ἐγὼ δέ γ᾽ ἄνδρ᾽ ὄπωπα μωρίας πλέων,
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
κᾆτ᾽ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
ὀργήν θ᾽ ὅμοιος εἶπε τοιοῦτον λόγον: