Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
1094
ὃς μηδὲν ὢν γοναῖσιν εἶθ᾽ ἁμαρτάνει,
1095
ὅθ᾽ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
1096
τοιαῦθ᾽ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη:
1097
ἄγ᾽ εἴπ᾽ ἀπ᾽ ἀρχῆς αὖθις ,
ἦ σὺ φὴς ἄγειν
1098
τόνδ᾽ ἄνδρ᾽ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
1099
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
1100
ποῦ σὺ στρατηγεῖς τοῦδε ;
ποῦ δὲ σοὶ λεῶν
1101
ἔξεστ᾽ ἀνάσσειν ὧν ὅδ᾽ ἤγαγ᾽ οἴκοθεν;
1102
Σπάρτης ἀνάσσων ἦλθες ,
οὐχ ἡμῶν κρατῶν:
1103
οὐδ᾽ ἔσθ᾽ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
1104
ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
1105
ὕπαρχος ἄλλων δεῦρ᾽ ἔπλευσας ,
οὐχ ὅλων
1106
στρατηγός ,
ὥστ᾽ Αἴαντος ἡγεῖσθαί ποτε.
1107
ἀλλ᾽ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν᾽ ἔπη
1108
κόλαζ᾽ ἐκείνους :
τόνδε δ᾽ ,
εἴτε μὴ σὺ φὴς
1109
εἴθ᾽ ἅτερος στρατηγός ,
εἰς ταφὰς ἐγὼ
1110
θήσω δικαίως ,
οὐ τὸ σὸν δείσας στόμα.
1111
οὐ γάρ τι τῆς σῆς εἵνεκ᾽ ἐστρατεύσατο
1112
γυναικός ,
ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
1113
ἀλλ᾽ εἵνεχ᾽ ὅρκων οἷσιν ἦν ἐνώμοτος,
1114
σοῦ δ᾽ οὐδέν :
οὐ γὰρ ἠξίου τοὺς μηδένας.
1115
πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
1116
καὶ τὸν στρατηγὸν ἧκε ,
τοῦ δὲ σοῦ ψόφου
1117
οὐκ ἂν στραφείην ,
ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορός
1118
οὐδ᾽ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ:
1119
τὰ σκληρὰ γάρ τοι ,
κἂν ὑπέρδικ᾽ ᾖ ,
δάκνει.
Μενέλαος
1120
ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
Τεῦκρος
1121
οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
Μενέλαος
1122
μέγ᾽ ἄν τι κομπάσειας ,
ἀσπίδ᾽ εἰ λάβοις.
Τεῦκρος
1123
κἂν ψιλὸς ἀρκέσαιμι σοί γ᾽ ὡπλισμένῳ.